Psalms 41

1
LXX: Psa.40:1
Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ.
LXX: Psa.40:2
Μακάριος συνίων ἐπὶ πτωχὸν καὶ πένητα· ἐν ἡμέρᾳ πονηρᾷ ῥύσεται αὐτὸν κύριος.
2
LXX: Psa.40:3
κύριος διαφυλάξαι αὐτὸν καὶ ζήσαι αὐτὸν καὶ μακαρίσαι αὐτὸν ἐν τῇ γῇ καὶ μὴ παραδῴη αυτον εἰς χεῖρας ἐχθροῦ αὐτοῦ.
3
LXX: Psa.40:4
κύριος βοηθήσαι αὐτῷ ἐπὶ κλίνης ὀδύνης αὐτοῦ· ὅλην τὴν κοίτην αὐτοῦ ἔστρεψας ἐν τῇ ἀρρωστίᾳ αὐτοῦ.
4
LXX: Psa.40:5
ἐγὼ εἶπα Κύριε, ἐλέησόν με· ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
5
LXX: Psa.40:6
οἱ ἐχθροί μου εἶπαν κακά μοι Πότε ἀποθανεῖται, καὶ ἀπολεῖται τὸ ὄνομα αὐτοῦ;
6
LXX: Psa.40:7
καὶ εἰ εἰσεπορεύετο τοῦ ἰδεῖν, μάτην ἐλάλει· καρδία αὐτοῦ συνήγαγεν ἀνομίαν ἑαυτῷ, ἐξεπορεύετο ἔξω καὶ ἐλάλει.
7
LXX: Psa.40:8
ἐπὶ τὸ αὐτὸ κατ' ἐμοῦ ἐψιθύριζον πάντες οἱ ἐχθροί μου, κατ' ἐμοῦ ἐλογίζοντο κακά μοι,
8
LXX: Psa.40:9
λόγον παράνομον κατέθεντο κατ' ἐμοῦ Μὴ κοιμώμενος οὐχὶ προσθήσει τοῦ ἀναστῆναι;
9
LXX: Psa.40:10
καὶ γὰρ ἄνθρωπος τῆς εἰρήνης μου, ἐφ' ὃν ἤλπισα, ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ' ἐμὲ πτερνισμόν·
10
LXX: Psa.40:11
σὺ δέ, κύριε, ἐλέησόν με, καὶ ἀνάστησόν με καὶ ανταποδωσω αὐτοῖς.
11
LXX: Psa.40:12
ἐν τούτῳ ἔγνων ὅτι τεθέληκάς με, ὅτι οὐ μὴ ἐπιχαρῇ ἐχθρός μου ἐπ' ἐμέ.
12
LXX: Psa.40:13
ἐμοῦ δὲ διὰ τὴν ἀκακίαν ἀντελάβου, καὶ ἐβεβαίωσάς με ἐνώπιόν σου εἰς τὸν αἰῶνα.
13
LXX: Psa.40:14
Εὐλογητὸς κύριος θεὸς Ισραηλ ἀπὸ τοῦ αἰῶνος καὶ εἰς τὸν αἰῶνα. γένοιτο γένοιτο.
Copyright information for LXX